Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 9.50 Dem. 9.54 (English) >>Dem. 9.57

9.52πρὸς μὲν γὰρ πόλεμον πολλὰ φύσει πλεονεκτήμαθʼ ἡμῖν ὑπάρχει, ἄν περ, ἄνδρες Ἀθηναῖοι, ποιεῖν ἐθέλωμεν δεῖ, φύσις τῆς ἐκείνου χώρας, ἧς ἄγειν καὶ φέρειν ἔστι πολλὴν καὶ κακῶς ποιεῖν, ἄλλα μυρία· εἰς δʼ ἀγῶνα ἄμεινον ἡμῶν ἐκεῖνος ἤσκηται.

9.53οὐ μόνον δὲ δεῖ ταῦτα γιγνώσκειν, οὐδὲ τοῖς ἔργοις ἐκεῖνον ἀμύνεσθαι τοῖς τοῦ πολέμου, ἀλλὰ καὶ τῷ λογισμῷ καὶ τῇ διανοίᾳ τοὺς παρʼ ὑμῖν ὑπὲρ αὐτοῦ λέγοντας μισῆσαι, ἐνθυμουμένους ὅτι οὐκ ἔνεστι τῶν τῆς πόλεως ἐχθρῶν κρατῆσαι, πρὶν ἂν τοὺς ἐν αὐτῇ τῇ πόλει κολάσηθʼ ὑπηρετοῦντας ἐκείνοις. 9.54 μὰ τὸν Δία καὶ τοὺς ἄλλους θεοὺς οὐ δυνήσεσθʼ ὑμεῖς ποιῆσαι, ἀλλʼ εἰς τοῦτʼ ἀφῖχθε μωρίας παρανοίας οὐκ ἔχω τί λέγω (πολλάκις γὰρ ἔμοιγʼ ἐπελήλυθε καὶ τοῦτο φοβεῖσθαι, μή τι δαιμόνιον τὰ πράγματʼ ἐλαύνῃ), ὥστε λοιδορίας, φθόνου, σκώμματος, ἧστινος ἂν τύχηθʼ ἕνεκʼ αἰτίας ἀνθρώπους μισθωτούς, ὧν οὐδʼ ἂν ἀρνηθεῖεν ἔνιοι ὡς οὐκ εἰσὶ τοιοῦτοι, λέγειν κελεύετε, καὶ γελᾶτε, ἄν τισι λοιδορηθῶσιν. 9.55καὶ οὐχί πω τοῦτο δεινόν, καίπερ ὂν δεινόν· ἀλλὰ καὶ μετὰ πλείονος ἀσφαλείας πολιτεύεσθαι δεδώκατε τούτοις τοῖς ὑπὲρ ὑμῶν λέγουσιν. καίτοι θεάσασθε ὅσας συμφορὰς παρασκευάζει τὸ τῶν τοιούτων ἐθέλειν ἀκροᾶσθαι. λέξω δʼ ἔργα πάντες εἴσεσθε.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 9.50 Dem. 9.54 (English) >>Dem. 9.57

Powered by PhiloLogic